Τετάρτη 21 Φεβρουαρίου 2018

Η Σαρακοστιανή προσευχή


Η Σαρακοστιανή προσευχή και όχι μόνο
Τὴν ἡμέραν διελθῶν, εὐχαριστῶ σοί, Κύριε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τὴ νυκτὶ ἀναμάρτητον, παράσχου μοί, Σωτήρ, καὶ σώσόν με,
Δόξα...
Τὴν ἡμέραν παρελθῶν, δοξολογῶ σε, Δέσποτα, τὴν ἑσπέραν αἰτοῦμαι, σὺν τὴ νυκτὶ ἀσκανδάλιστον, παράσχου μοί, Σωτήρ, καὶ σώσόν με.
Καὶ νύν...
Τὴν ἡμέραν διαβάς, ὑμνολογῶ σε, Ἅγιε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τὴ νυκτι ἀνεπίβουλον, παράσχου μοί, Σωτήρ, καὶ σώσόν με.

Τοῦ Ὁσίου Ἐφραίμ.
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μὴ μοὶ δῶς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοὶ τῶ σῶ δούλω.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοὶ τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου